Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.61 Dem. 20.64 (English) >>Dem. 20.68

20.63φέρε δὴ κἀκεῖνʼ ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτʼ ἐπαρθέντες ἡμᾶς ἠδίκουν; πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρʼ ἐκείνου δωρειαῖς, ἃς διὰ ταῦτʼ ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον ἔδει σʼ, Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ τιμᾶν, θεῖναι νόμον ἡμῖν ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις ὑπαρχουσῶν δωρειῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. ἀλλʼ ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθʼ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε.Ψηφίσματα

20.64ἠκούσατε μὲν τῶν ψηφισμάτων, ἄνδρες δικασταί. τούτων δʼ ἴσως ἔνιοι τῶν ἀνδρῶν οὐκέτʼ εἰσίν. ἀλλὰ τὰ ἔργα τὰ πραχθέντʼ ἔστιν, ἐπειδήπερ ἅπαξ ἐπράχθη. προσήκει τοίνυν τὰς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον, ἵνʼ, ἕως μὲν ἄν τινες ζῶσι, μηδὲν ὑφʼ ὑμῶν ἀδικῶνται, ἐπειδὰν δὲ τελευτήσωσιν, ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσι, καὶ παραδείγμαθʼ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ὑμᾶς ἀγαθόν, ὅσους εὖ ποιήσαντας πόλις ἀντʼ εὖ πεποίηκεν. 20.65καὶ μὴν μηδʼ ἐκεῖνʼ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, λανθανέτω, ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς, αἷς διʼ ὑμᾶς ἐχρήσανθʼ οἱ ἄνδρες οὗτοι, πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας, τὰς δὲ δωρειάς, ἃς ἀντὶ τούτων ἔλαβον παρʼ ὑμῶν, καὶ δὴ λελυμένας.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.61 Dem. 20.64 (English) >>Dem. 20.68

Powered by PhiloLogic